The Prayer You Were Never Supposed to Hear.
Greek (SBLGNT) with ESV parallel
fresh.bible editorialΤαῦτα ἐλάλησεν Ἰησοῦς, καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν εἶπεν· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς δοξάσῃ σέ,
[1] When Jesus had spoken these words, he lifted up his eyes to heaven, and said, "Father, the hour has come; glorify your Son that the Son may glorify you,
καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.
[2] since you have given him authority over all flesh, to give eternal life to all whom you have given him.
αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσι σὲ τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.
[3] And this is eternal life, that they know you, the only true God, and Jesus Christ whom you have sent.
ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον τελειώσας ὃ δέδωκάς μοι ἵνα ποιήσω·
[4] I glorified you on earth, having accomplished the work that you gave me to do.
καὶ νῦν δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.
Sources
SBL Greek New Testament (SBLGNT) · English Standard Version (ESV)